4.149θύω τε θεοῖς οἷς θύειν μοι νομίζεται δίκαιον ἡγούμενος παρὰ πολλῶν ἐμαυτῷ πραγματεύεσθαι τὴν ἀλήθειαν, καὶ οὐχ ὥσπερ ἐν τυραννίδι ζῆν τὴν ὅλην ἐξ ἑνὸς ἐλπίδα τοῦ βίου παντὸς ἀνηρτηκότα· χαρείη τʼ ἂν οὐδεὶς κυριώτερον αὑτὸν περὶ ὧν πράξαιμι γνώμης τῆς ἐμῆς ἀποφαινόμενος.
4.150
Τοῦ δὲ Ζαμβρίου ταῦτα περὶ ὧν αὐτός τε ἠδίκει καὶ τῶν ἄλλων τινὲς εἰπόντος ὁ μὲν λαὸς ἡσύχαζε φόβῳ τε τοῦ μέλλοντος καὶ τὸν νομοθέτην δὲ ὁρῶν μὴ περαιτέρω τὴν ἀπόνοιαν αὐτοῦ προαγαγεῖν ἐκ τῆς ἄντικρυς διαμάχης θελήσαντα·
4.151περιίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γενόμενοι ταράξωσι τὸ πλῆθος. καὶ διαλύεται μὲν ἐπὶ τούτοις ὁ σύλλογος. προεληλύθει δʼ ἂν ἐπὶ πλεῖον ἡ τοῦ κακοῦ πεῖρα μὴ φθάσαντος Ζαμβρία τελευτῆσαι ἐκ τοιαύτης αἰτίας.
4.152Φινεὲς ἀνὴρ τά τε ἄλλα τῶν νεωτέρων κρείττων καὶ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων, Ἐλεαζάρου γὰρ τοῦ ἀρχιερέως ἦν, περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ τοῦ Ζαμβρίου, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας ἔργῳ τὴν δίκην αὐτὸν εἰσπράξασθαι διαγνοὺς καὶ κωλῦσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας τῶν ἀρξαμένων οὐ κολαζομένων,
4.153τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προύχων, ὡς μὴ πρότερον εἴ τινι συσταίη τῶν δεινῶν ἀπαλλάττεσθαι, πρὶν ἢ καταγωνίσασθαι καὶ νίκην τὴν ἐπʼ αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρίου σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ ῥομφαίᾳ καὶ τὴν Χοσβίαν ἀπέκτεινεν.